Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.231 Joseph. AJ 6.235 (English) >>Joseph. AJ 6.238

6.233καὶ τρία ἀκόντια δὲ βαλὼν ἐπὶ τὸν σκοπὸν κομίσαι τῷ παιδὶ προστάσσω τὰ ἀκόντια· κεῖσθαι γὰρ ἔμπροσθεν αὐτοῦ. “καὶ ἂν ταῦτα, φησίν, ἀκούσῃς γίνωσκε μηδὲν εἶναι φαῦλον παρὰ τοῦ πατρός· ἂν δὲ τὰ ἐναντία τούτων ἀκούσῃς μου λέγοντος, καὶ τὰ ἐναντία παρὰ τοῦ βασιλέως προσδόκα. 6.234τῆς μέντοι γε ἀσφαλείας τεύξῃ παρʼ ἐμοῦ καὶ οὐδὲν μὴ πάθῃς ἄτοπον· ὅπως δὲ μνησθῇς τούτων παρὰ τὸν τῆς εὐπραγίας καιρὸν σκόπει καὶ τοῖς υἱοῖς μου γενοῦ χρήσιμος.” Δαυίδης μὲν οὖν ταύτας λαβὼν παρὰ Ἰωνάθου τὰς πίστεις εἰς τὸ συγκείμενον ἀπηλλάγη χωρίον. 6.235

Τῇ δʼ ἐχομένῃ, νεομηνία δʼ ἦν, ἁγνεύσας ὡς ἔθος εἶχεν βασιλεὺς ἧκεν ἐπὶ τὸ δεῖπνον, καὶ παρακαθεσθέντων αὐτῷ τοῦ μὲν παιδὸς Ἰωνάθου ἐκ δεξιῶν Ἀβενήρου δὲ τοῦ ἀρχιστρατήγου ἐκ τῶν ἑτέρων, ἰδὼν τὴν τοῦ Δαβίδου καθέδραν κενὴν ἡσύχασεν ὑπονοήσας οὐ καθαρεύσαντα αὐτὸν ἀπὸ συνουσίας ὑστερεῖν. 6.236ὡς δὲ καὶ τῇ δευτέρᾳ τῆς νουμηνίας οὐ παρῆν ἐπυνθάνετο παρὰ τοῦ παιδὸς Ἰωνάθου, ὅτι καὶ τῇ παρελθούσῃ καὶ ταύτῃ τοῦ δείπνου καὶ τῆς ἑστιάσεως τοῦ Ἰεσσαίου παῖς ἀπολέλειπται. δὲ πεπορεῦσθαι κατὰ τὰς συνθήκας ἔφησεν αὐτὸν εἰς τὴν ἑαυτοῦ πατρίδα τῆς φυλῆς ἑορτὴν ἀγούσης ἐπιτρέψαντος αὐτοῦ· παρακαλέσαι μέντοι καὶ αὐτὸν ἐλθεῖν ἐπὶ τὴν θυσίαν καὶ εἰ συγχωρηθείη φησὶν ἀπέρχεσθαι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.231 Joseph. AJ 6.235 (English) >>Joseph. AJ 6.238

Powered by PhiloLogic